Thesauros Literature Oratory Κατὰ τῶν ἐξορχουμένων

Κατὰ τῶν ἐξορχουμένων

Κατὰ τῶν ἐξορχουμένων Aristides, Aelius
412 κἂν τούτοις προσῆν, πάντας ἂν ἦγον. νῦν δʼ ἐκείνῳ μὲν καὶ τὰ ξύλα καὶ τοὺς λίθους ἄγειν προστίθησιν ὁ μῦθος διʼ ὑπερβολῆς, οἱ δʼ ἀντὶ ξύλων αὐτοὶ καὶ λίθων εἰσὶ τῷ μὴ κινεῖν. ἀλλʼ ἡμεῖς οὐ τοῦτο προὐθέμεθα σκοπεῖν, πόσοι πταισμάτων εἰσὶ τρόποι περὶ τοὺς λόγους, οὐδʼ εἴ τινες καὶ ἕτεροι δυστυχοῦσιν, ἀλλʼ ὅτι τῆς ἀρετῆς οὐδεμία πω κακία τρόπαιον ἔστησεν. οὐδʼ ἀφʼ ἑνὸς πράγματος τοῦτο λέγοντες οὐκ ἂν αἰσχυνοίμεθα· ἐπεί τοι καὶ τούτων αὖ τινα τῶν περὶ τοὺς ὄχλους καλινδουμένων καλῶς ἐγώ ποτʼ ἐφώρασα τἀναντία πράττοντα ἢ ἔσπευδεν. ᾖδε μὲν γὰρ ἐγκλίνας τῶν χαρίτων ἕνεκα, ἀκροτελεύτιον δʼ ἐπεφθέγγετο ἐφʼ ἑκάστῳ τῶν κομματίων ὥσπερ ἐν μέλει ταυτόν. οἱ δʼ ἀκροαταὶ καὶ ἐρώμενοι οὕτω σφόδρα ἐξεπλήττοντο καὶ κατείχοντο ὑπὸ τοῦ μέλους ὥσθʼ ὅτε δὴ ἐγίγνοντο πρὸς τῷ ῥήματι, ἐκγελάσαντες ἂν αὐτοὶ ὑπέβαλον, οὐκ ἀνταποδιδόντες ὥσπερ ἠχὼ τὴν φωνὴν, ἀλλὰ καὶ προλαμβάνοντες. καὶ δῆτα ἡδὺς ἦν ὁ κορυφαῖος ἰὼν κατόπιν τοῦ χοροῦ. προσῆπτον δέ τι καὶ ἄλλο τοῦ κόρδακος οὕνεκα, ὥστʼ ἐλεινὸν τὸ χρῆμα τῆς συναυλίας εἶναι τοῦ τε σοφιστοῦ καὶ τῶν ἑταίρων ἐφʼ οἷς ἐπτόητο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme