407
φέρε δὴ καὶ τοὺς ἐπὶ τῶν στεφανιτῶν ἀγώνων σκεψώμεθα, οἷον τὸν Δωριέα τὸν Ῥόδιον καὶ Γλαῦκον τὸν Καρύστιον καὶ Μίλωνα δὴ καὶ Πολυδάμαντα, καὶ πάντας ὧν εἰκόνες χαλκαῖ, πότερον θρυπτομένους καὶ παροινοῦντας καὶ ταὐτὰ ταῖς ὀρχηστρίσι στρεφομένους ἐστεφάνουν οἱ τῷ Διὶ τῷ Ὀλυμπίῳ τὸν ἀγῶνα κοσμοῦντες, ἢ καρτερίαν θαυμαστήν τινα καὶ ῥώμην ὁμοῦ ψυχῆς τε καὶ σώματος παρασχομένους, ἃ τὰς μεγίστας καὶ βεβαιοτάτας ἡδονὰς καὶ αὐτοῖς τοῖς ἔχουσι καὶ τοῖς συνειδόσι προξενεῖ. πρὸς Διὸς, ἵπποι δὲ ἄριστοι καὶ θαυμασιώτατοι καὶ μάλιστα καθʼ ἡδονὴν τοῖς θεωροῦσιν ἆρʼ οὐχ οἵτινες ὡς ἐρρωμενέστατα καὶ διαρκέστατα καὶ μηδὲν ἔξω τοῦ δρόμου βάντες ἀπήνυσαν, πανταχοῦ τὴν οἰκείαν ἀρετὴν σώζοντες; καὶ φύσιν ταυτὸν ἄριστόν τε καὶ ἥδιστον εἰς τὴν ἑαυτοῦ χρείαν· ἐπεί τοι καὶ τὰ τῶν σωμάτων κάλλη τοῦτον ἔχει τὸν τρόπον, ἐάν τε Γανυμήδην εἴπῃς ἐάν τε Πέλοπα ἐάν θʼ ὁντινοῦν, ἅμα τῇ λήξει τῆς τύχης καὶ τοὺς ὁρῶντας ἐφέλκεται· καὶ πάνυ γʼ εἰκότως. δεῖ γὰρ,