Thesauros Literature Oratory Περὶ τοῦ παραφθέγματος

Περὶ τοῦ παραφθέγματος

Περὶ τοῦ παραφθέγματος Aristides, Aelius
369 Λητώ τʼ Ἰαπετόν τε ἰδὲ Κρόνον ἀγκυλομήτην, εἶτα οὐ καρτερεῖ, ἀλλʼ ὀλίγου μεταξὺ τῶν θεῶν τῶν ὀνομάτων φησὶν αἵ νύ ποθʼ Ἡσίοδον καλὴν ἐδίδαξαν ἀοιδὴν, ὡς εἰ μὴ καὶ τοῦτο δόξει τῶν Μουσῶν ἔργον εἶναι, ὥσπερ τοὺς θεοὺς ᾁδειν οὕτω καὶ Ἡσίοδον ποιητὴν ἀπεργάσασθαι, μοῖράν τινα αὐταῖς ἀπολλυμένην τῆς εὐφημίας. καὶ οὐ μόνον λαβεῖν φησι παρʼ αὐτῶν τὴν ᾠδὴν, ἀλλʼ ὅτι καὶ καλὴν οὖσαν προστίθησι· νὴ Δίʼ ἀσφαλῶς γε, φαίης ἂν, προστιθεὶς ταῖς Μούσαις ἑαυτόν.
369 οὐκοῦν καὶ ἡμεῖς ἃ προήχθημεν εἰπεῖν προσετίθεμεν ταῖς Μούσαις καὶ τῇ θεῷ. ἐλέγομεν γοῦν, εἰ μέμνησαι, ὅτι καὶ ἄντικρυς ἔστιν ἃ τῶν ῥημάτων ἀπεμνημονεύσαμεν ὧν ἡ θεὸς προὔδειξεν, εἰ μὴ τὸ σὸν κωλύει. ὅσῳ δὲ ἡμεῖς

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme