Thesauros Literature Oratory Περὶ τοῦ παραφθέγματος

Περὶ τοῦ παραφθέγματος

Περὶ τοῦ παραφθέγματος Aristides, Aelius
369 καὶ τὰς μὲν τόσας, τὰς δὲ τόσας, ἀλλὰ καὶ ταῦτα συνίσασιν οἱ ἀκούοντες. οὐκοῦν ἅπαντα ἀληθῆ. ἀλλὰ καὶ προθυμότατος εἰς τὸ κοινὸν ἐγενόμην, φησίν. ἕως ἂν δείξῃ ὅτι οὐ προθυμότατος, οὐ ληρεῖ. διὰ ταῦτα ὁ αὐτὸς ἀνὴρ Ὀδυσσεὺς τὸν μὲν ἐμαστίγου, τὸν δʼ ἱκέτευεν. ἵνα τοίνυν εἰδῇς ὅτι καὶ ὅλως ἀρχαῖον νόμιμον τοῦτο καὶ Ἑλληνικὸν, φρονεῖν ἐπὶ τοῖς ἑαυτοῦ, καὶ χωρὶς τούτου τοῦ φρονήματος οὔτε πρᾶξις κατʼ ἀνθρώπους ἀξία μνήμης οὔτε λόγος διαφέρων οὔτʼ ἄλλο τελεσθείη ποτʼ ἂν οὐδὲν, ἄκουε οἷα καὶ ὅσα παρῆλθέ σε. ἀδελφοὺς δέ που τοῖς χθὲς ἔοικα ποιήσεσθαι τοὺς λόγους, καὶ γὰρ ἡ ἀπόκρισις τῆς αὐτῆς ἔχεται γνώμης σχεδόν. ὅσα μὲν δή σοι Ὅμηρος ἐφαίνετο λέγων αὐτὸς ὑπὲρ αὑτοῦ καλεῖν κελεύων τοὺς προσαγωγέας μέμνησαι· ὥστε ἀφίημι αὐτά. καίτοι γε ἐκεῖνα τὰ ἔπη σχεδὸν ἄντικρυς λέγει τοῦθʼ ὅτι Ὅμηρος αὑτὸν ψηφίζεται ποιητῶν εἶναι κράτιστον. ἀφεῖται μὲν δή σοι Ὅμηρος. σκόπει δὲ καὶ Ἡσιόδου φρόνημα, εἰ ἄρα πρότερον μὴ κατεῖδες. ἐκεῖνος γὰρ ἀρξάμενος τῆς θεογονίας καὶ τὰς Μούσας ὑμνῶν εὐθὺς λέγει αἵ νύ ποθʼ Ἡσίοδον καλὴν ἐδίδαξαν ἀοιδήν. καὶ οὕτω σχέτλιος ἦν καὶ ὑβριστὴς ὥστʼ οὐδὲ τοσοῦτον ἐνέμεινεν ἐκτελέσαι τὸ προοίμιον ταῖς θεαῖς, ἀλλὰ λέγων ὅτι αἱ Μοῦσαι ὑμνοῦσι τὸν Δία καὶ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme