399
ἄλλα τοίνυν μυρίʼ ἔχων εἰπεῖν παραλείπω. ἀλλʼ ἐπειδὴ Σόλωνος ἐμνήσθην καὶ ὧν ἐκεῖνος διαλέγεται περὶ τῆς αὑτοῦ πολιτείας, φέρε σκόπει τί αὖ καὶ οὗτος ἐν αὐτοῖς τοῖς νόμοις οὓς ἐτίθει λέγει; ταῦτα δὲ νομοθέτῃ προσήκει μᾶλλον εἰδέναι ἢ ποιηταῖς ξύμπασιν. οὐκοῦν ἄντικρυς δοκεῖ σοι συμπάντων τῶν ποιητῶν πρῶτον καὶ σοφώτατον ἀνακηρύττειν ἑαυτόν; μετʼ ἰσχυρᾶς γέ που τῆς ἀνάγκης οὕτω τοῦτο συμβαίνει. ὅταν γὰρ αὐτὸς μὲν ὁ φάσκων εἶναι νομοθέτης ᾖ, αὐτὸς δὲ ὁ φάσκων δεῖν τοὺς ποιητὰς παραχωρεῖν τῷ νομοθέτῃ καὶ ταῦτα σύμπαντας, πῶς οὐκ εἰς τοῦθʼ ὃ προεῖπον τελευτᾷ; ἆρʼ οὖν ἐνεθυμήθης διὰ πάντων τούτων πόσον τὸ μεταξὺ σοῦ τε κἀκείνου πρὸς ταῦτα; ἢ πάντων οὖν κατηγόρει τῶν ἀρίστων ἐν τοῖς Ἕλλησιν, ἢ καὶ ἡμῖν πρᾳότερος εἶναι τοῦ λοιποῦ, ὦ τὰ μὲν ὑπὲρ ἐμοῦ δεδιὼς, τὰ δʼ ὑπὲρ σαυτοῦ μὴ σκοπῶν, καὶ αὐτὸς μὲν κατʼ εὔνοιαν ἀξιῶν παρρησιάζεσθαι πρὸς ἐμὲ, ἐμὲ δʼ οὐκ ἐῶν πρὸς τούτους παρρησιάζεσθαι