Thesauros Literature Oratory Περὶ τοῦ παραφθέγματος

Περὶ τοῦ παραφθέγματος

Περὶ τοῦ παραφθέγματος Aristides, Aelius
392 ἔχω δέ σοι καὶ λόγον τινὰ ἱερὸν διελθεῖν, ἀκούσας νύκτωρ οὐ πάλαι παρά του τῶν κρειττόνων, οἷόν ἐστι τὸ χρῆμα τῆς θείας μανίας. εἶχε δέ πως ὧδε ὁ λόγος. ἀνάγκη τὸν νοῦν, ἔφη, κινηθῆναι τὴν πρώτην ἀπὸ τοῦ συνήθους καὶ κοινοῦ, κινηθέντα δὲ καὶ ὑπερφρονήσαντα θεῷ συγγενέσθαι καὶ ὑπερέχειν. καὶ οὐδέτερόν γε, ἔφη ὁ διδάσκων, θαυμαστόν. ὑπεριδών τε γὰρ τῶν πολλῶν ὁμιλεῖ θεῷ θεῷ τε ὁμιλήσας ὑπερέχει. τάδε μέν σοι τῆς ἱερᾶς, ὡς οἱ ποιηταὶ καλοῦσι, νυκτὸς ἀπομνημονεύματα διὰ κεράτων μὲν ἥκοντα, στιλπνότερα δὲ ὡς ἀληθῶς ἐλέφαντος παντός. ὥστʼ εἰ καὶ μηδένα μηδʼ ἀφʼ ἑνὸς εἴδους εἴχομεν εἰπεῖν ἐπʼ αὐτῷ τι φρονήσαντα, μηδʼ ἦν ἀναγκαῖον τῶν λόγων τὸ τοιοῦτον πάθημα, ἡμᾶς δʼ εἰς ταύτην ὁ θεὸς νῦν ἦγεν, οὐκ ἂν τὰ πρεσβεῖα δή που συμφορὰν ἐποιούμεθα. σὺ δʼ αἰτιᾷ τὸ σύμβολον αὐτοῦ τοῦ ῥήματος. ἢ πρὸς θεῶν ἀκροατὴς μὲν οὐχ ὅστις σφόδρα σώφρων, ἀλλʼ ὅστις ἐπίσταται κινεῖσθαι βέλτιστος καὶ ὅστις ἀπαντᾷ τοῖς λεγομένοις, ῥήτωρ δὲ οὐχ ὁ θερμότατος καὶ πρῶτος αὐτὸς αὑτοῦ συνιεὶς ἄριστος, ἀλλʼ ὅστις ἡττᾶται τῶν ἀκροωμένων, ἢ παρʼ ἐκείνων δεῖται μαθεῖν ὁποῖʼ ἄττα ἐστὶν ἃ λέγει; σκόπει δὴ καὶ τοῦτο. φημὶ γὰρ αὐτῶν ἕνεκα τῶν λόγων συμβαίνειν ἀνάγκην πολλάκις παραφθέγξασθαι τόν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme