367
ἢ περὶ οὗ Χαλκιδεῖς ποτὲ καὶ Ἐρετριεῖς διέστησαν, ἢ τὸ μέσον Κορίνθου καὶ Σικυῶνος, ὁ χρησμὸς ἔφη, ὅτε ἁπλῶς οὑτωσὶ φιλίας ἕνεκα αὐτῆς παρών τε καὶ ἀπολαύων τῶν καλλίστων, οἷʼ ἂν τὰ ἡμέτερα εἴη κάλλιστα, εἰ μὴ ἄρα σοι καὶ τοῦτο προσίσταται, σὺ δὲ οὐδὲ τοσοῦτον ἡμῖν ἐν μισθοῦ μέρει κατέθου, ὅσον εἰ καί τι παρεληρήσαμεν τοῦτο συγγνῶναι; οὐκ οἶσθʼ ὅτι κἂν τοὺς ἐν Αἰγύπτῳ νομοὺς συνθεὶς κἂν τὴν γῆν τὴν Βαβυλωνίαν προσθεὶς μισθὸν ἐμοὶ διδῷς τούτων τῶν λόγων, ἀνιάσω γάρ σε καὶ νῦν, οὐδέποτʼ ἐγγὺς ἀφίξει τῆς ἀξίας; ἀλλὰ τίς ἡμέτερος μισθὸς καὶ πρέπων ἡμῖν; φιλία, εὔνοια, σύνεσις, μνήμη, μετρία τιμὴ τῶν λόγων, αἰδὼς τοῦ ποιοῦντος τοὺς λόγους. ἐπεὶ δὲ δέδοικας μή τινος αὐθαδείας ἢ ἀλαζονείας ταῦτʼ ἐγγὺς εἶναι δοκῇ, φέρε ἐγώ σε παραμυθήσωμαι.