Thesauros Literature Oratory Περὶ τοῦ παραφθέγματος

Περὶ τοῦ παραφθέγματος

Περὶ τοῦ παραφθέγματος Aristides, Aelius
386 καὶ δή σοι τοὺς μὲν ζωγράφους ἐῶ χαίρειν· ἀλλʼ ἔγωγε κωμῳδιοποιοῦ τινος ἤκουσα σεμνολογουμένου θαυμαστὰ οἷα. καίτοι ἐάν τις ἔρηται τοὺς τῆς κωμῳδίας ποιητὰς ἐφʼ ὅτῳ μέγα φρονοῦσι, φαῖεν ἂν, οἶμαι, ὅτι γέλωτα κινοῦσιν, ὥσπερ καὶ αὐτῶν τις ὡμολόγηκεν οὐδενὸς ἐρωτῶντος. ἀλλʼ ὅμως καὶ οὗτοι χωρὶς ἀξιοῦσιν εἶναι τά τε τῶν ἀστείων σκώμματα καὶ τὰ τῶν πολλῶν· καί τις αὐτῶν ἐν ἀρχῇ τοῦ δράματος μεγαλαυχούμενος ὡς προφήτης προαγορεύει τοιάδε Ἀφυπνίζεσθαι χρὴ πάντα θεατὴν, ἀπὸ μὲν βλεφάρων αὐθημερινῶν ποιητῶν λῆρον ἀφέντα,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme