Thesauros Literature Oratory Περὶ τοῦ παραφθέγματος

Περὶ τοῦ παραφθέγματος

Περὶ τοῦ παραφθέγματος Aristides, Aelius
385 ἀλλʼ ἐμὲ πρώην ἀνὴρ ἑταῖρος, ὃς οὑτωσὶ καθῆστο
386 μάλα πλησίον, ζωγράφου τι ἐπίγραμμα ἐξεδίδασκε τοιοῦτον εἰ καὶ ἄπιστα κλύουσι λέγω τάδε, φημὶ γὰρ ἤδη τέχνης εὑρῆσθαι τέρματα τῆσδε σαφῆ χειρὸς ὑφʼ ἡμετέρης, ἀνυπέρβλητος δὲ πέπηγεν οὖρος. ἀμώμητον δʼ οὐδὲν ἔγεντο βροτοῖς. εἴτʼ ὦ πρὸς τοῦ Διὸς τὸν μὲν δεῖνα τὸν γραφέα ἠξίους τοσαύτας ὑπερβολὰς περὶ αὑτοῦ λέγειν καὶ παρρησιάζεσθαι, ᾧ καὶ σιγῇ τὸ αὑτοῦ περαίνειν ἐκ τῆς τέχνης ἦν, ἄνθρωπον δὲ ἐν ὀλίγοις ἐξεταζόμενον, οὐδὲν γὰρ ἄλλο λέγω τὰ νῦν περὶ τῶν ἐμαυτοῦ λόγων, καὶ ὁσονοῦν παραφθέγξασθαι θαυμαστόν τί σοι καὶ δεινὸν κατεφάνη; ἄκουε δὴ καὶ ἑτέρου ζωγράφου, ὡς μὲν σὺ φαίης ἂν, ἀλαζονευομένου, ὡς δὲ οἱ ταῦτα δεινοὶ λέγουσιν, οὐ μεῖζον ἢ προσῆκον φρονήσαντος. λέγει δὲ τί; Ἡράκλεια πατρίς· Ζεῦξις δʼ ὄνομʼ· εἰ δέ τις ἀνδρῶν ἡμετέρης τέχνης πείρατά φησιν ἔχειν, δείξας νικάτω· δοκῶ δὲ, φησὶν, ἡμᾶς οὐχὶ τὰ δεύτερʼ ἔχειν. καὶ τοῦτο τὸ ἐπίγραμμα οὔτʼ ἐκεῖνος ἀπώκνησεν ὡς θρασὺ οὔτε τις αὐτῷ τῶν ἑταίρων ἀπαλεῖψαι συνεβούλευσεν, ἐπειδή γε ἐποίησεν. οἷον δʼ αὖ καὶ τόδε ἔρεξε καὶ ἔτλη ὁ ὑβριστὴς ἐκεῖνος ἐγγράψαι. ποιήσας γὰρ αὖ τὴν τῆς Ἑλένης εἰκόνα προσπαρέγραψε τὰ τοῦ Ὁμήρου ἔπη οὐ νέμεσις Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιοὺς τοιῇδʼ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν, ὥσπερ τὸ αὐτὸ ποιοῦν εἰκόνα τε Ἑλένης ποιῆσαι καὶ τὸν Δία Ἑλένην αὐτὴν γεννῆσαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme