Thesauros Literature Oratory Περὶ τοῦ παραφθέγματος

Περὶ τοῦ παραφθέγματος

Περὶ τοῦ παραφθέγματος Aristides, Aelius
374 ἐῶ γὰρ οἷα καὶ πρὸς τὸν Ἀγαμέμνονα ὁ σοφὸς ἡμῖν ἀποκρίνεται διεξιόντα τὰς τάξεις κατὰ σπουδήν. ἀλλὰ τὸ πάντων ἥδιστον τοῦ γὰρ Ἀχιλλέως διατιθέντος τὸν ἀγῶνα ἐπὶ τῷ Πατρόκλῳ καὶ ἄλλων ἄλλα νικώντων αὐτὸς οὐχ οἷός τε ἦν οὐδὲν ἀγωνίσασθαι, ἀλλὰ τὸ λεγόμενον δὴ τουτὶ οὐδὲν ἔτι ὢν εἰς ταῦτα ὑπὸ γήρως ἃ πρόσθεν ποτʼ ἐνίκα, λέγει ὡς δή τι ταύτῃ δρῶν, καὶ φησὶ πρὸς τοὺς Ἀχαιοὺς οὐ τούτοις αὐτοῖς τοῖς ῥήμασιν, ἀλλά πως σχηματιζόμενος, ὅτι ὑμῶν μὲν ἕκαστος ὁ μὲν δρόμον νενίκηκεν ἢ νικήσει, ὁ δʼ ἴσως πάλην, ἄλλος δὲ ἄλλο τι· ἐγὼ δὲ πὺξ μὲν ἐνίκησα Κλυτομήδεα Οἴνοπος υἱὸν, Ἀλκαῖον δὲ πάλῃ Πλευρώνιον, ὅς μοι ἀνέστη,Ἴφικλον δὲ πόδεσσι παρέδραμον ἐσθλὸν ἐόντα, δουρὶ δʼ ὑπερέβαλον Φυλῆά τε καὶ Πολύδωρον· τοσοῦτον ἐγὼ τῶν νῦν νικώντων κρείττων εἰμὶ, εἰ καὶ τῷ γήρᾳ συγκεχώρηκα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme