Thesauros Literature Oratory Αἰγύπτιος

Αἰγύπτιος

Αἰγύπτιος Aristides, Aelius
334 οὖν ἤκουσα τοῦτο δὴ τὸ τοῦ Δημοσθένους, ἀνδρὸς οὐδαμῶς οἵου τε ψεύδεσθαι, Δίωνος ἑταίρου ἡμετέρου καὶ πραγμάτων καὶ λόγων ἐμπείρου, ὃς ἔφη πλεῖν ἐπʼ Αἰγύπτου θέρους ὥρᾳ, καὶ γῆν οὔπω φαίνεσθαι, ἀλλʼ ἀπέχειν ὅσον μηδὲ τεκμήρασθαι, τοὺς δὲ ναύτας ἀρύσασθαι, εἴτʼ οὖν ἐπεῖξαν εἴτε καὶ ἄλλως βουλομένους ἐπιδεῖξαι τοῖς ἐμπλέουσιν ὕδωρ καθαρὸν καὶ πότιμον ἐκ πολλοῦ κάτωθεν· ἐπὶ τοσοῦτον ἐπιρρεῖν τὸν Νεῖλον τῆς τε γῆς ἔξω καὶ αὐτῆς θαλάττης ἄνω. καίτοι εἰ τὰ στόματα ἵστατο ὑπὸ τῶν ἐτησίων αὐτοῦ, πῶς εἰκὸς ἦν τοὺς τοῖς ἐτησίαις μέσοις καταίροντας ἐν μέσῃ θαλάττῃ τὸ τοῦ Νείλου ὕδωρ λαμβάνειν; καὶ μὴν καὶ αἱ λίμναι γε, ὅταν ἀρκούντως ἡ γῆ βρεχθῇ, μεθίενται πάλιν εἰς τὴν θάλατταν ὑπὸ τῶν Αἰγυπτίων. πῶς οὖν ἂν ἐξέρρεον, εἴπερ ἐκώλυον οἱ ἐτησίαι; ὡς ἐκεῖνό γε ἀμήχανον, κατὰ μὲν στόμα καὶ ᾗ πέφυκε ῥεῖν ὁ ποταμὸς καὶ βιαιότατός ἐστιν αὐτὸς αὑτοῦ τοὺς ἀνέμους ἀνθισταμένους εἴργειν, οὗ δʼ εἰς τὰς λίμνας χυθεὶς ἡσυχάζει, μηδαμοῦ τὰ πνεύματα ἀποκωλύειν, ὅταν δεήσῃ τῆς ἐκροῆς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme