Thesauros Literature Oratory Αἰγύπτιος

Αἰγύπτιος

Αἰγύπτιος Aristides, Aelius
360 ἀλλʼ οἱ ποιηταὶ μύθους μὲν οἶμαι συνθεῖναι καὶ ποταμῶν καὶ πόλεων ὀνόματα ἀπαριθμῆσαι καὶ τοιαῦτα ποικίλλειν παντὸς μᾶλλον ἴσασί τε καὶ διώκουσι, μάρτυρες δʼ οὐχ ἱκανοὶ περὶ τῶν οὕτως ἐλέγχου δεομένων. αὐτίκα Πινδάρῳ πεποίηται, ὅσπερ μάλιστʼ ἀληθείας ἀντέχεσθαι δοκεῖ τῶν ποιητῶν περὶ τὰς ἱστορίας, καὶ οὐ πόρρωθεν, ἀλλʼ ἐξ αὐτῶν τῶν τόπων καὶ οὗτος ὁ ἔλεγχος. φησὶ γὰρ Αἰγυπτίαν Μένδητα παρὰ κρημνὸν θαλάσσας. καίτοι

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme