Thesauros Literature Oratory Αἰγύπτιος

Αἰγύπτιος

Αἰγύπτιος Aristides, Aelius
341 ἵνα δὲ καὶ τὴν Ἡροδότου γνώμην μὴ παντάπασιν ἀτιμάσωμεν ὡς δὴ τὸ παράπαν οὐδʼ ἀντειπεῖν ἄξιον, φέρε σκεψώμεθα ἃ κἀκείνῳ περὶ τούτων δοκεῖ. φησὶ δʼ, εἴ τι μεμνήμεθα, ἀπελαυνόμενον τὸν ἥλιον ὑπὸ τῶν ἐνταυθοῖ χειμώνων ἔρχεσθαι τῆς Λιβύης τὰ ἄνω καὶ τήκειν τὸ ὕδωρ, τήκοντα δὲ ἐλάττω ποιεῖν τὸν Νεῖλον τοῦ χειμῶνος ἢ τοῦ θέρους. ἔστι δὲ τοῦτο οὐκ εἰπεῖν πῶς ὁ Νεῖλος αὔξεται, ἀλλὰ πῶς μειοῦται συμπλάσαι. ὅτι μὲν γὰρ τοῦ χειμῶνος καθαρώτατός ἐστιν ὁμολογεῖται παρὰ πάντων, τούτου δὲ οὕτως ἔχοντος αὔξοιτʼ ἂν τοῦ θέρους, ὅτʼ ἐστὶ μείζων ἅμα καὶ θολερώτερος. ἔτι οὖν μένει τὸ ζητούμενον, ἕως ἄν τις μὴ δείξῃ τοῦτο, πῶς ὁ ῥοῦς ὑψοῦται, τὸ γὰρ κύριον καὶ πρῶτον αὐτοῦ ῥεῦμα τὸ χειμερινὸν φαίνεται. ἄνευ δὲ τούτων, εἰ μὲν τοσοῦτον ἦν τὸ διαφέρον παρὰ τὴν χειμερινὴν τοῦ ἡλίου πορείαν, ὥστε ποιεῖν θέρος περὶ τὴν ἐκεῖ γῆν, ὅταν ἐνταῦθα χειμὼν ἵστηται, καὶ πάλιν αὖ χειμῶνα, ὁπόταν θέρος ἵστηται παρʼ ἡμῖν, ἴσως ἂν ἦν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme