Thesauros Literature Oratory Αἰγύπτιος

Αἰγύπτιος

Αἰγύπτιος Aristides, Aelius
339 καὶ τὰ κάτω τῆς Αἰγύπτου λαμπρῶς πολλάκις ὕεται, — ψακάδι μὲν γὰρ καὶ ἄνω πολλάκις ὡς ἐν χρόνοις, ἀλλὰ τά γε πρὸς θαλάττης καὶ κατὰ συνήθειαν πολλῷ—καὶ οὐδʼ ὁπωστιοῦν ἐπίδηλον τῷ Νείλῳ γίγνεται. καίτοι πῶς εἰκὸς τοὺς μὲν ἐν Αἰγύπτῳ γιγνομένους ὄμβρους μὴ κινεῖν αὐτὸν ὅσοι ποτʼ ἂν ὦσιν, ἀλλὰ πάσχειν τὸ ὕδωρ ταυτὸν ὅπερ τὸ εἰς τὴν θάλατταν εἰσχεόμενον ἀδήλως ἀναλοῦσθαι, ἐκ δὲ τῶν ἀπορρήτων τόπων, ὡς ἔοικε, τῆς οἰκουμένης ὑπάρχειν αὐτῷ τὴν ἐπίδοσιν, ὥσπερ σοφιζόμενον τὸν Νεῖλον ἢ δεδοικότα μὴ φανῇ διὰ τοῦτο αὐξανόμενος; εἰ δὲ ταῦτʼ ἐστὶ γέλως, τοιαῦτʼ ἐστὶν ἃ λέγουσιν οἱ προστιθέντες τὴν αἰτίαν τοῖς ὄμβροις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme