174
σκέψαι δὴ καὶ τοῦθʼ ὁπόσον τι τῆς ἐκείνου σωφροσύνης τεκμήριον, καὶ ὅτι εἰ χρυσῆν ἐτύγχανεν ἔχων τὴν ψυχὴν, οὐκ ἂν αὐτῇ καλλίω βάσανον προσήνεγκεν. ἐκεῖνος γὰρ τοσοῦτον ἔργον ἐξεργασάμενος καὶ τοῖς Ἕλλησιν αἰτιώτατος τῆς ἐλευθερίας γενόμενος καὶ μονονοὺ κρείττων ἢ κατʼ ἄνθρωπον νομισθεὶς, οὐκ ἔπαθε ταυτὸν Παυσανίᾳ τῷ τὴν Πλαταιᾶσι μάχην κατορθώσαντι, οὐδʼ ἐπήρθη τοῖς πεπραγμένοις, οὐδʼ ἐξύβρισεν, οὐδʼ ἐφρόνησε μεῖζον οὐδὲν ἢ πρὸ τῆς μάχης. οὕτως εὔτακτος καὶ κόσμιος ἦν διὰ τέλους. καίτοι Παυσανίας μὲν οὔτε πρῶτος δή που τοὺς βαρβάρους ἐνενικήκει, ἀλλʼ εἰς παράδειγμα βλέπων