118
καὶ πρῶτον μὲν τὸν Περικλέα σκεψώμεθα, ἐπειδὴ καὶ πρῶτον ἐξετάζειν ἐκεῖνον ἐπεχείρησεν, εἰ ἄρα ἄξιος ἀνὴρ ἀκοῦσαι ταῦτα, ἢ τῶν ἰδίων ἕνεκα ἢ τῆς πολιτείας. ἐκεῖνος τοίνυν λέγεται βιῶναι μὲν οὕτως σεμνῶς ὥστε μηδὲν τῶν προφητῶν καὶ τῶν ἱερέων τὸν ἐκείνου βίον διαφέρειν, οὕτω δὲ εἶναι σώφρων ὥστε καὶ βαδίζειν τεταγμένα καὶ τὴν ὀρθὴν ὁδὸν σώζειν κατὰ τὴν παροιμίαν, διαίτης δὲ τάξιν τὴν μέσην προῃρῆσθαι, μήτε ὑπερήφανον μήτε ἀνελεύθερον, ὥσπερ τοὺς πρεσβυτάτους Ἀθηναίων ὁ Πλάτωνος ὑμνεῖ λόγος· δημοτικὸς δὲ ὢν τῇ προαιρέσει καὶ πράττων ὑπὲρ τοῦ πλήθους ἐναντία Θουκυδίδῃ πλεῖστον τῆς ἀγοραίου προπετείας καὶ κομψότητος ἀποσχεῖν, ὅς γε οὐδὲ γελῶν οὐδʼ ὑφʼ ἑνὸς πώποτε ὀφθῆναι, ἀλλὰ τῆς μὲν πολιτείας τῇ φυλακῇ καὶ τῷ τὸ ἴσον τοῖς ἄλλοις ἔχων ἀνέχεσθαι κοινὸς εἴπερ τις ἀνθρώπων εἶναι, τῷ δὲ ἀξιώματι τῆς γνώμης καὶ τῷ μὴ τῶν αὐτῶν ἡττᾶσθαι τοῖς πολλοῖς ὀλίγοις καταλιπεῖν ἐγγὺς ἐλθεῖν ἑαυτοῦ. χρημάτων τοίνυν τοσοῦτον γενέσθαι κρείττων ὥσθʼ ὅτι μὲν καὶ τοὺς ἀγροὺς