118
ὀνομαστὶ κωμῳδεῖν ἐξῇ, πιστοῦσθαι δὲ οὐκ ἐνῆν τὸν λόγον, εἰ μή τινας εἶπε κακῶς ὀνομαστί. φέρε γὰρ πρὸς θεῶν, εἰ πρὸ τούτων τῶν ἀνδρῶν ἔτυχε γενόμενος, ἢ νὴ Δίʼ εἴ τις ἄλλος τῶν ὑπὲρ τούτους ἄνω τὸν αὐτὸν τοῦτον λόγον ἠγωνίζετο, ἆρʼ ἂν οἷός τʼ ἦν Μιλτιάδου κατηγορεῖν καὶ Θεμιστοκλέους καὶ τῶν μήπω γεγενημένων; οὐδαμῶς. ὅτε τοίνυν ἦσαν λόγοι τῷ πράγματι καὶ χωρὶς τῆς περὶ τούτων μνήμης, οὐ μετʼ ἀνάγκης ἤκουον οὗτοι κακῶς. ὅτι τοίνυν οὐδʼ ἀληθῆ κατʼ αὐτῶν εἴρηκεν, ἄνευ τοῦ μηδὲν προσήκειν βλασφημεῖν, εἰ καὶ τὰ μάλιστα ἐλέγχειν ἔμελλε, τοῦτʼ ἤδη πειράσομαι δεικνύναι.