312
ἀλλʼ ἐῶ τὸν σοφιστήν· ἀλλʼ οὗ χάριν ἐξέβην ἐπὶ ταῦτα, κατʼ οὐδετέραν γὰρ τῶν προσηγοριῶν εἰς τούτους γένοιτʼ ἂν ἡ φιλοσοφία φωνὴν, οὔτε, ὥσπερ ἔφην, κατὰ τὴν κοινὴν τῶν Ἑλλήνων· οὐ γὰρ ἀφώριστο τοῦτʼ εἶναι τὸ φιλοσοφεῖν, ἀλλὰ παιδεία τις ἦν, ἧς τούτοις οὐδʼ ὁτιοῦν μέτεστιν, ἀπʼ αὐτῶν τῶν ὀνομάτων ἀρξαμένοις, οὔτʼ αὖ κατὰ τὴν Πλάτωνος, ἣν ἰδίᾳ τισὶν ἀξιοῖ σώζεσθαι. οὐ γὰρ ἅπασι μετέδωκε τῆς προσηγορίας τοῖς ἐπὶ τοῦ προσχήματος, ἀλλʼ οἷς εἶπον μόνοις. ἀλλʼ ὅμως πρὶν καὶ περὶ αὐτῆς τῆς ἐπωνυμίας ἔχειν εἰπεῖν τι, σεμνύνονται καὶ φασὶ φιλοσοφεῖν καὶ μόνοι τά τε ὄντα καὶ τὰ ἐσόμενα γιγνώσκειν, καὶ πάσας ὑφʼ αὑτοῖς καὶ πρὸς αὐτοὺς εἶναι τὰς τέχνας· οὓς οὐδὲν δεῖ κατʼ ὄνομα ἐξετάζειν, ἀλλὰ φορμηδὸν ἐφʼ ἁμαξῶν ἐκφέρειν, ὥσπερ τοὺς Κερκυραίων νεκρούς. τί γὰρ οὗτοι χρήσιμοι τῷ τῶν ἀνθρώπων γένει, οἷς οὐδὲ φαρμακοῖς, τὸ τοῦ κωμῳδιοποιοῦ, χρήσαιτʼ ἄν τις ῥᾳδίως; ἀλλʼ ὅμως ἡμεῖς τούτου γʼ αὐτοῖς μεταδῶμεν καὶ μὴ φθονῶμεν, πρὸς ἓν τοῦτο ἔστων χρήσιμοι ταῖς πόλεσι, θρέψαντας ἐκρῖψαι. ὡς οὐκ εἶναί γέ τις ἂν φαίη πραγμάτων καὶ κακῶν αὐτοῖς ἀπαλλαγὴν καλλίω καὶ καθαρωτέραν ἢ εἰ τῶν θηρίων τούτων ἀπολυθεῖεν. εἰ δὲ μὴ τῇ κακίᾳ τῆς φύσεως αὐτῶν καὶ τοῖς