304
καὶ μὴν οὐδʼ ἐκεῖνό γε οὔτε Πλάτωνα λαθεῖν εἰκὸς ἦν οὔτε τῶν ἄλλων οὐδεὶς ἀγνοεῖ δή που ὅτι ἡ τῶν λαμπρῶν καὶ μεγάλων ἀνδρῶν εὐδοξία καὶ μνήμη χωρὶς τῆς εἰς τὸ παρὸν φιλοτιμίας καὶ πρὸς τὰς ὕστερον τύχας ἀποθήκην ἔχει ταῖς πόλεσι, καί τινες ἤδη διὰ τὸν δεῖνα καὶ τὸν δεῖνα τῶν παλαιῶν ἐπιείκειάν τινʼ εὕροντο ἐν ταῖς συμφοραῖς, ὅπερ καὶ τοῖς Ἀθηναίοις αὐτοῖς ὑπάρξαι δοκεῖ πολλάκις. ὁ δὲ καὶ τούτου φαίνεται τὸ καθʼ αὑτὸν ἀποστερῶν τὴν πόλιν. εἰ γὰρ ἑκάστῳ τοῦτʼ ἐν τῇ ψυχῇ παρασταίη καὶ τοῦτο πάντες πεισθεῖεν, μὴ ὅτι Μιλτιάδης καὶ Θεμιστοκλῆς καὶ Περικλῆς καὶ Κίμων καίπερ κεφάλαιον τῶν