299
οὕτως ἐξῆν οἶμαι διαλύειν τὸν λόγον, βλασφημίας δʼ οὐδὲν προσέδει. οὐδὲν γὰρ ἐξωτέρω προὔβαινεν ὁ λόγος, ἀλλʼ ἐπὶ τῶν αὐτῶν εἱστήκει. τί γάρ φησι πρὶν ἐλθεῖν ἐπὶ τοὺς ἄνδρας; ἐξαρκεῖ. εἰ γὰρ καὶ τοῦτʼ ἐστὶ διπλοῦν, τὸ μὲν ἕτερον αὐτοῦ κολακεία ἂν εἴη καὶ αἰσχρὰ δημηγορία, τὸ δʼ ἕτερον καλόν· περὶ τῆς ῥητορικῆς δή που λέγων. καίτοι ὅτε τοῦτʼ ἐξήρκει, ἐξήρκει καὶ περὶ τούτων σιωπᾶν. οὐδὲν γὰρ ἐκώλυε διπλοῦν εἶναι τὴν ῥητορικὴν τὸ τούτους γε χρηστοὺς εἶναι συγχωρῆσαι, ἀλλὰ καὶ σφόδρʼ ἐκείνῳ τῷ λόγῳ συνέβαινεν. οἱ μὲν γὰρ ἦσαν κόλακες, οἱ δʼ οὔ. εἰ μὲν γὰρ οὐ διπλοῦν ἡ ῥητορικὴ, τί διῃροῦ; εἰ δὲ τοιοῦτον, τί πλέον τούτους ἐλέγχειν; ἀλλὰ μὴν ὅτε καὶ τούτων κατηγορήσας ἄλλον αὖθις ἐπῄνει, οὐδὲν τῷ λόγῳ προσελάμβανεν. ὥστʼ εἶχεν ἂν πάλιν ὁ Καλλικλῆς εἰς τὰς αὐτὰς λαβὰς ἐπανελθεῖν, τί λέγων; ἐξαρκεῖ. εἰ γάρ ἐστι διπλοῦν, καὶ τοὺς μὲν ἐπαινεῖς, τοὺς δὲ ψέγεις, τί σοι προκέκοπται, πλὴν εἰ τούτοις ἄλλως