294
ἔπειτα τῆς μὲν κωμῳδίας κατηγορεῖς, αὐτὸς δὲ κωμῳδεῖς Ἱππίαν, Πρόδικον, Πρωταγόραν, Γοργίαν, Εὐθύδημον, Διονυσόδωρον, Ἀγάθωνα, Κινησίαν, πάντας ἀνθρώπους. καὶ τὸ μὲν τοὺς ἄλλους ἔλαττον· ἀλλʼ αὐτὸν τὸν Ἀριστοφάνη τίς ἔσθʼ ὁ κωμῳδῶν; ὅτῳ πολὺ τῆς κωμῳδίας, φαίη τις ἂν, περίεστι. καὶ τὴν μέν γε τραγῳδίαν λοιδορεῖς, πάλιν δʼ ἐπαινῶν τι τῶν συγγραμμάτων τῶν σαυτοῦ, τοὺς Νόμους οἶμαι, τραγῳδίαν προσείρηκας, καὶ ἀρίστην τῶν τραγῳδιῶν ἐτίθεις, καὶ αὐτὸς ὁμολογεῖς τραγῳδίας εἶναι ποιητής· ἀληθῆ λέγων, ὡς ἐγὼ φαίην ἄν. ἀλλʼ εἴ τι φαῦλόν γε ἡ τραγῳδία καὶ φαύλων ἀνθρώπων, πῶς σε φῶμεν τραγῳδίαν ποιεῖν; οὐ γὰρ τό γε ὅλως αἰσχρὸν οὐδαμῶς ἔνι δή που ποιῆσαι καλόν. καὶ λέγεις μὲν ὡς οὐ χρὴ μιμεῖσθαι τοὺς φαύλους οὐδʼ ἀφομοιοῦν