294
Λυκάμβην καὶ Χειδὸν καὶ τὸν δεῖνα τὸν μάντιν, καὶ τὸν Περικλέα τὸν καθʼ αὑτὸν, οὐ τὸν πάνυ, καὶ τοιούτους ἀνθρώπους ἔλεγε κακῶς. μὴ τοίνυν ἡμεῖς ἐκεῖνον ὑπερβαλώμεθα, μηδὲ Τιμοκρέοντος τοῦ σχετλίου πρᾶγμα ποιῶμεν, ἀλλʼ εἰδῶμεν εὐφημεῖν τὰ γιγνόμενα, καὶ ταῦτα παντὸς μᾶλλον δυνάμενοι, καὶ τὸ τοῦ Ὁμήρου νομίζωμεν εὖ ἔχειν οὐ μὲν γὰρ τιμή γε μίʼ ἔσσεται οὐδʼ ἠβαιόν. ἀλλὰ κἂν ἄλλο τι τοιοῦτον εἴη. διὸ τῆς ἐπιβαλλούσης μερίδος δικαίως ἂν μεταλαμβάνοι. εἰ δʼ ἄρʼ ἐπαινεῖν μὴ ἔχοιμεν, ἀλλὰ σιωπᾶν γε δήπουθεν ἔξεστιν. εἰ δʼ οὖν καὶ τἄλλα πάντα ἀτιμάζομεν, ἀλλʼ οὐ πρὸς ῥητορικὴν εἰκὸς ἦν οὕτω φιλονείκως οὐδὲ πικρῶς ἔχειν· εἰ δέ τοι καὶ πρὸς τοὺς ἄλλους ῥήτορας, ἀλλʼ οὐ πρός γε τοὺς ἀρίστους τῶν Ἑλλήνων, οὐδʼ οἷς μέγιστα ἀντὶ μεγίστων ὀφείλεται, καὶ οὐ μόνον παρὰ τῶν κατʼ ἐκείνους ἢ μετʼ ἐκείνους εὐθὺς γενομένων, ἀλλὰ καὶ παρὰ τῶν ὕστερον ὡς εἰπεῖν ἁπάντων.