271
κατηγόρησεν, ἀλλʼ οὖν ἐδόκει γʼ ἄν τι προὔργου τῶν λόγων εἶναι· ὅτε δʼ εἰπὼν ἅπανθʼ ὅσʼ ἔχειν ἡγεῖτο κατʼ αὐτῶν, εἶθʼ ὥσπερ δικαστὴς ἑτέρου λέγοντος ἀκηκοὼς ἀφῆκε τῆς αἰτίας αὐτοὺς, τίς ἔσθʼ ἡ χρεία τῶν λόγων; ἢ πῶς οὐχ ἅμα τε ψευδῆ καὶ μάτην ἅπαντʼ εἴρηται; μὴ γὰρ μελλόντων φανεῖσθαι τοιούτων ὁποίους τινὰς αὐτοὺς ὄντας ἐβούλετο δεικνύναι, τί τηνάλλως ἔδει βλασφημεῖν; ὅπου γὰρ εἰ καὶ τὰ μάλιστα ἠλέγχοντο, ὑπέρ γε πάσης τῆς ῥητορικῆς λόγος κατελείπετο, ὡς οὐ τοιοῦτον εἴη, πῶς εἰκὸς ἔκ γε τῶν ἀφειμένων αὐτὴν δοκεῖν ἐλέγχεσθαι; τὸ δὲ δὴ λέγειν ὡς οὐδὲ τῇ ἀληθινῇ ῥητορικῇ ἐχρῶντο, οὐ γὰρ ἄν ποτʼ ἐξέπεσον, πῶς οὐχ ὑπερφυὲς ἤδη καὶ παρʼ ἐκεῖνον αὖ τὸν λόγον, ὃν μικρῷ πρόσθεν ἐδείκνυμεν αὐτῷ, ὡς οὐκ ἔστιν ὑπὲρ τῶν δικαίων λέγοντα πρὸς δῆμον σωθῆναι;