249
προσθῶμεν τοίνυν ὅτι καὶ Περικλέα μὲν οὐδεὶς τῶν ὁμιλητῶν, οὐδὲ τῶν ἐκ τοῦ δήμου τὴν γραφὴν ἐκείνην ἐγράψατο, ἀλλʼ εἷς τῶν ἀντιστασιωτῶν, μᾶλλον δὲ οὐδὲ εἰδὼς εὖ καὶ καλῶς ἐκεῖνον ἄνθρωπος, Σωκράτει δὲ ὁ τῶν νέων ἀπέχεσθαι καὶ σιωπᾶν ἐπιτάξας οὐ τῶν σοφιστῶν ἦν οὐδεὶς οὐδὲ τῶν ἀντιτέχνων, ἀλλʼ εἷς τῶν ὅτʼ ἦν νέος φοιτώντων παρʼ αὐτῷ. τοσοῦτον, ὡς ἔοικεν, ἀπώνατο τῆς συνουσίας αὐτοῦ. ταῦτʼ οὖν ἡμεῖς ἐπὶ Σωκράτη οἴσομεν; ἀλλʼ οὐχὶ δίκαια ποιήσομεν ἴσως.