227
ταῦτʼ ἔχοντα σύνισμεν καὶ ἐν γένεσι καὶ ἐν τέχναις· τὴν δὲ πολιτικὴν εἰ μὴ πάντας ἐπαίδευσαν Ἀθηναίους Θεμιστοκλῆς καὶ Περικλῆς καὶ Μιλτιάδης καὶ Κίμων, μηδʼ ἅπαντας ἐφεξῆς βελτίους ἐποίησαν κατὰ φυλὰς καὶ κατʼ ἄνδρα ὥσπερ θεωρικὸν τὴν ἐπιστήμην διανέμοντες, εἶθʼ ὑπερφυές τι φήσομεν κατʼ αὐτῶν εὑρηκέναι, ὡς οὐδʼ αὐτοὶ βελτίους οὐδενὸς ἦσαν εἰς ταῦτα; καὶ τοῦ μὲν χυτρέως οὐ κατηγορεῖς ὅτι μὴ πάντας ἐφεξῆς πλάττειν ἐδίδαξε, τῶν δʼ ἄκρων ἐν τοῖς Ἕλλησι κατηγορεῖς ὅτι μὴ πάντας ἑαυτοῖς προσομοίους ἐποίησαν; καὶ οὐκ ἀγαπᾷς τὸ τοῦ σοῦ Πρωταγόρου, εἰ καὶ καθʼ ὁσονοῦν προὐβίβασαν τοὺς πολλοὺς εἰς τὸ βέλτιον, ἀλλʼ εἰ μὴ πάντʼ ἀνεγκλήτως ὁ δῆμος καὶ ὥσπερ ἂν εἷς ἀνὴρ μετεχείρισε, τοῦτʼ ἤδη κατὰ τῶν προστατῶν ἐστί σοι.