224
ἃ μὲν τοίνυν περὶ τῶν ἀνδρῶν εἰκὸς ἦν εἰπεῖν μήτε τῶν ἀναγκαίων εἰρῆσθαι μηδὲν παριέντας μήτε πάντα ἐφεξῆς οἰομένους δεῖν λέγειν, ὡς ἂν μή τῳ δοκοίημεν ἀπειροκάλως ἔχειν, ταῦτά ἐστιν. ἰσχυρίζεται δʼ οἷς προσέπταισαν πρὸς τὸ δημόσιον, ὥσπερ εἴ τινες χεῖρον ἔγνωσαν περὶ αὐτῶν, αὐτοὺς χείρους ἡγεῖσθαι προσῆκον, ἢ τῷ καὶ ἄλλους τινὰς εἰς αὐτοὺς ἐξαμαρτεῖν οὐδʼ ἡμᾶς τοῦ προπηλακίζειν ἀπέχεσθαι δέον. ἐγὼ δʼ οὐδʼ ἄλλον τινὰ ἠξίουν ἂν ταῦτα ὀνειδίζειν, μή τί γε δὴ Πλάτωνα, ἀλλὰ