213
ἀλλʼ ἐπάνειμι πρὸς τὰ λοιπὰ τοῦ χρησμοῦ. εἶεν. τίνα δὴ τἀπὶ τούτοις ἐφθέγξατο ὁ θεὸς καὶ πῶς κατεκόσμησε τὴν συμβουλήν; ὦ θεία Σαλαμὶς ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν. ὁ μὲν τοίνυν θεὸς θείαν τὴν Σαλαμῖνα προσεῖπεν, ὡς ἐν αὐτῇ μελλόντων ἔργων ἔσεσθαι κρειττόνων ἢ κατὰ πάντα τἀνθρώπινα. Πλάτων δὲ τὸν ταῦτα κατειργασμένον καὶ τὸν κομίσαντα αὐτοὺς εἰς τὴν Σαλαμῖνα λυμήνασθαί φησι τοῖς πράγμασι καὶ τῶν πρὸς ἡδονὴν ὑπηρετούντων οὐδὲν γενέσθαι βελτίω. καὶ ὁ μὲν Ἴακχος ἐξεφοίτησε καὶ μετέσχε