Thesauros Literature Oratory Πρὸς Πλάτωνα περὶ ῥητορικῆς

Πρὸς Πλάτωνα περὶ ῥητορικῆς

Πρὸς Πλάτωνα περὶ ῥητορικῆς Aristides, Aelius
81 πατρίδα καὶ ἱερῶν ἀθεραπευσίαν καὶ τάφους, μὴ διὰ φιλονεικίαν πάντως πάντα ἀπολέσῃ, βαρβάροις ἐπίχαρτος γενόμενος.
81 εἰ τοίνυν καὶ τοιαῦτα γέρα τοὺς τῶν ἠλευθερωκότων τὴν πόλιν ἐκγόνους λαμβάνειν εἰκὸς, ὥστʼ αὐτοὺς γίγνεσθαι δυνάστας καὶ βασιλέας ἀντὶ τῶν προτέρων ἐκείνων, ἦ που τούς γε αὐτοὺς ἐλευθερώσαντας ἅπαν τὸ τῶν Ἑλλήνων γένος οὐχὶ δίκαιον πρὸς τῷ μηδενὸς πλείονος ἀξιοῦν μηδʼ ἐλευθέρους τὸ κοινὸν ἐᾶν εἶναι δοκεῖν. εἰ δὲ δὴ καὶ τὸν τοῦ τῶν πολεμίων ἄρχοντα στρατοπέδου δίκαιον βασιλέα ποιεῖσθαι, ἐὰν ἐθελήσῃ πατρίδα καὶ ἱερῶν ἀθεραπευσίαν καὶ τάφους ἐλεῆσαι, καὶ ὅπως μὴ διὰ φιλονεικίαν πάντως πάντα ἀπολέσῃ βαρβάροις ἐπίχαρτος γενόμενος, τούς γε οὐ μετὰ πολεμίων ταξαμένους, ἀλλὰ πρὸς τοὺς ἐξ ἁπάσης γῆς πολεμίους ἀντιταξαμένους, ποῦ θήσομεν, οἳ πρὸς τῇ σφετέρᾳ πατρίδι καὶ ἄλλοις πολλοῖς ὤρθωσαν τὰς πατρίδας, καὶ ἱερὰ καὶ τάφους διετήρησαν, καὶ οὔτε αὐτῶν οὐδεὶς βαρβάροις ἐπίχαρτος ἐγένετο οὔθʼ ἡ Ἑλλὰς διʼ αὐτούς; ἆρά γε φαῦλα ἢ φαύλης χάριτος ταῦτʼ ἄξια τοῖς ἀνδράσιν; εἶθʼ οὓς, εἰ δεῖ πείθεσθαι τοῖς Πλάτωνος λόγοις, τιμῶν ἀξιοῦν δεῖ καὶ πολὺ μειζόνων ἢ κατὰ τὰς συνήθεις, τούτους τοῖς Πλάτωνος λόγοις πεισθέντες κόλακας καὶ διακόνους καὶ τοῦ μηδενὸς ἀξίους προσεροῦμεν; οὐ μέντἂν δίκαια ποιοῖμεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme