73
ἐπιχειροῦντας, εἰ δέ τις λόγῳ ταυτὸν τοῦτο ποιοίη, φαυλίζειν, κἂν ὑπὲρ ὧν αὐτὸς πέπονθεν ἐπεξίῃ· οὐδέ γʼ ἐκεῖνο μᾶλλον οὐκ ἔστιν εἰπεῖν, ὡς τὸ μὲν τοῖς ὅπλοις ἀμύνεσθαι τοῖς ἐν τοῖς λόγοις βεβιωκόσι τῶν προσηκόντων ἐστὶ, τὸ δὲ αὐτοῖς τοῖς λόγοις ἀμύνεσθαι ἐν ἀλογίᾳ θετέον. οὐδʼ ἂν εἷς εἴποι ταῦτα. καὶ μὴν ὅσῳ κάλλιον φρόνησις ἀνδρείας, τοσούτῳ ῥητορικὴ τῆς κατὰ πόλεμον εὐψυχίας. εἰ γὰρ δεῖ συνελόντα εἰπεῖν, οὐδέν ἐστιν ἄλλο ῥητορικὴ ἢ φρόνησις λόγων δύναμιν προσειληφυῖα, ὡς μὴ μόνον αὐτὸς ἔρδειν τὰ βέλτιστα, ἀλλὰ καὶ ἑτέρους πείθειν ἔχοι. ἡγοῦμαι μὲν τοίνυν καὶ ταῦτʼ ἔχειν πίστεις ἱκανὰς τῆς ἀληθείας, εἰ μὴ καὶ πλείους ἄρα τῶν ἱκανῶν.