Thesauros Literature Oratory Πρὸς Πλάτωνα περὶ ῥητορικῆς

Πρὸς Πλάτωνα περὶ ῥητορικῆς

Πρὸς Πλάτωνα περὶ ῥητορικῆς Aristides, Aelius
51 μαρτυρεῖ. χωρὶς δὲ τῆς μαρτυρίας καὶ τοῦ Σωκράτους εἰς αὐτό τις ἂν σκοπῶν ἴδοι. λέγουσι γάρ πως καὶ τί δεῖ ποιεῖν καὶ τίνων ἀπέχεσθαι καὶ ἐν εἰρήνῃ καὶ ἐν πολέμῳ καὶ καθʼ ἕνα καὶ κοινῇ, καὶ πολιτεύονται διηνεκῶς ἐν ταῖς πόλεσιν. οὐκοῦν ταῦθʼ ἃ ἐν ταῖς δημηγορίαις τῶν ῥητόρων ἐστὶ, ταῦθʼ οἱ νόμοι λέγουσι, πλὴν ὅσον οὐ διαλείπουσιν οἵ γε νόμοι λέγοντες, ἀλλὰ διʼ αἰῶνος ῥητορεύουσιν, ἅτʼ οἶμαι γεγραμμένοι. ὅτε τοίνυν ῥητορικῆς οἱ περὶ τούτων λόγοι, ῥητορικῆς μέρος οἱ νόμοι. καὶ γὰρ τὸ γεγράφθαι γιγνόμενον μέρος τοῖς λόγοις ἐστὶν, εἴ γε οἱ μὲν ἀπὸ στόματος αὐτῶν λέγονται, οἱ δὲ γράφονται. καὶ μὴν τά γε ψηφίσματα οἱ ῥήτορες δή που συγγράφουσιν. οὐκοῦν ὅτε τὰ ψηφίσματα τῆς αὐτῆς φύσεώς ἐστι τοῖς νόμοις καὶ τῶν αὐτῶν πολιτειῶν, ἀμφότερά γʼ ἐστὶ τῶν ῥητόρων, ὥσθʼ οἵ γε νόμοι μέρος τῆς ῥητορικῆς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme