Thesauros Literature Oratory Πρὸς Πλάτωνα περὶ ῥητορικῆς

Πρὸς Πλάτωνα περὶ ῥητορικῆς

Πρὸς Πλάτωνα περὶ ῥητορικῆς Aristides, Aelius
97 ἄμεινον εἰπεῖν καὶ πότʼ ἐᾶσαι, ὥσπερ καὶ ὅστις οἶδε πότε πλεῖν καιρὸς, οὐκ ἀγνοεῖ καὶ πόθʼ ὁρμεῖν· ὅστις δὲ λόγου καὶ σιωπῆς καιρὸν ἐπίσταται, κατʼ οὐδέτερον τούτων ἁμαρτήσεται. ὁ δὲ μήτε λέγων μήτε σιωπῶν οὐδέποτε ἐκ τῶν εἰκότων κατὰ γοῦν τὴν τέχνην. οὐκ ἄρα τοῦ φιλοσόφου μᾶλλον ἢ τοῦ ῥήτορος εἰδέναι πότε χρὴ σιωπᾶν. καὶ μὴν ὅστις γε ἃ προσήκει λέγειν οἶδεν οἶδεν ἃ πράττειν προσήκει. οὐδεὶς γάρ ἐστιν ὅστις ἃ προσήκει πράττειν εἰπεῖν εἰδὼς ἃ προσήκει πράττειν ἀγνοεῖ, οὐδὲ ὅστις ἀγνοῶν ἃ προσήκει πράττειν εἰπεῖν ἔχει. καὶ μὴν ὅ γε εἰδὼς ἑτέρῳ τί πρακτέον οἶδε καὶ τί αὑτῷ δή που, ὥσπερ γε καὶ ὅστις διψῶντα ἕτερον παύειν ἑαυτὸν οὐκ ἀγνοεῖ. ὁ αὐτὸς ἄρα ἐκ τοῦ λόγου φαίνεται λέγειν τε ἃ δεῖ καὶ πράττειν δυνάμενος καὶ ὁ αὐτὸς περὶ ἀμφοτέρων κατὰ τὸ εἰκὸς ἁμαρτών.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme