Thesauros Literature Oratory Ῥοδίοις περὶ ὁμονοίας

Ῥοδίοις περὶ ὁμονοίας

Ῥοδίοις περὶ ὁμονοίας Aristides, Aelius
561 ἔπειθʼ ἃ ποιεῖ πάσχουσα ἀναφαίνεται, καὶ τὴν δίκην ἐπʼ αὐτῶν δίδωσι τῶν πραγμάτων. ἅ μοι δοκεῖ καὶ Ἡσίοδος προορώμενος τὰς ἔριδας πάσας πόρρωθεν κωλύειν, ἥτις μὴ πρὸς ἔργον παρακαλεῖ· εἰκότως. οὐ γάρ ἐστιν οὐ σίδηρος, οὐ χαράκωμα, οὐχ ὅπλον οὐδὲν φοβερὸν ταῖς πόλεσιν, ἂν εὖ φρονεῖν ἐθέλωσι μόνον· ἀλλὰ καὶ ταῦτα ὑπὸ τῆς ἀνοίας καθʼ αὑτῶν ἰσχυρὰ ποιοῦσιν οἱ πολλοί. τὰ μὲν τοίνυν ἄλλα παροφθέντα ἐπίκαιρον ποιεῖ τὴν ζημίαν καὶ οὐ πάσαις ταῖς ψήφοις ἡμάρτηται, τὸ δʼ ἐπʼ ἀλλήλους τρέπεσθαι καὶ τὴν ἐπὶ τῇ κοινῇ σωτηρίᾳ κατοικίαν γενομένην ταύτην διαλύοντας καὶ διασπῶντας τὰ αὑτῶν εὖ τίθεσθαι νομίζειν ἑκάστους ἐξαίρει πᾶσαν ἀνθρώπων ἄνοιαν· τοσοῦτον ὑπερβάλλει.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme