Thesauros Literature Oratory Ῥοδίοις περὶ ὁμονοίας

Ῥοδίοις περὶ ὁμονοίας

Ῥοδίοις περὶ ὁμονοίας Aristides, Aelius
569 τῶν ὑμετέρων αὐτῶν καλῶν μὴ φείδεσθαι. ἐνθυμήθητε δὲ ὅσην φιλοτιμίαν ὑμῖν ἔχει τὰ ὑπὸ τῶν ποιητῶν εἰς ὑμᾶς εἰρημένα, ὧν ἐγὼ τοὺς λόγους ὑπερβὰς τῆς Ὁμήρου μόνης μαρτυρίας μνησθήσομαι. ἔχει δὲ αὕτη πῶς; οἳ Ῥόδον ἀμφενέμοντο διὰ τρίχα κοσμηθέντες, Λίνδον, Ἰηλυσσόν τε καὶ ἀργινόεντα Κάμειρον. δάκνομαι μὲν ἔγωγʼ ἤδη πρὸς τὸ ῥῆμα, σκοπῶν ὡς ἀναξίως αὐτοῦ διακείμεθα, οὐδενὶ κόσμῳ νῦν ἀγόμενοι. τὰ δὲ λοιπὰ ποῖʼ ἄττα τῆς μαρτυρίας; τριχθὰ δὲ ᾤκηθεν καταφυλαδὸν ἠδὲ φίληθεν ἐκ Διὸς, ὅστε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσει. ἐνθυμεῖσθʼ ὅτι πάντα σχεδὸν εὐφημήσας εἰς τοὺς Ἕλληνας ὁ ποιητὴς τὰ μέγιστα τῶν πάντων ὑμῖν ἀνέθηκε. πότερον οὖν στασιάζοντες καὶ τεταραγμένοι καὶ ὑμᾶς αὐτοὺς μισοῦντες μᾶλλον ἂν εἶναι θεοφιλεῖς ἡγεῖσθε καὶ τὰ παρὰ τοῦ ποιητοῦ βεβαιοῦν, ἢ διʼ εὐνομίας καὶ ὁμονοίας ἄγοντες τὴν πόλιν;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme