567
ἡγοῦμαι δὲ τοσαῦτα ἐνεῖναι κακὰ τῇ στάσει ὥσθʼ ὑπὲρ μὲν ἄλλου τινὸς εἴ τις βούλοιτο ἀποτρέπειν, προσήκειν ὅσα βλάπτοι λέγειν, ὑπὲρ δὲ τούτου πᾶν τοὐναντίον λυσιτελεῖν σιωπᾶν μᾶλλον ἢ κινεῖν τὴν μνήμην ὧν ἕκαστοι πεπόνθασιν, ὅστις μὴ τοὐναντίον οὗ βούλεται μέλλει ποιήσειν. ἀλλʼ οὕς γε ὑπὲρ τοῦ ἑτέρου τις ἂν εἰπεῖν ἔχοι λόγους τῆς ὁμονοίας, εἰσὶ μὲν ἤδη μυρίοι, ὅμως δὲ χρὴ τοὺς ἐπῳδοὺς μιμήσασθαι, οἳ τὰς αὐτὰς φωνὰς φθεγγόμενοι πολλάκις οὕτως ἀνύτειν δοκοῦσι. μόνη μὲν γὰρ τὰς ἐκ Διὸς ὥρας βεβαιοῖ, μόνη δὲ ἅπαντα ἐπισφραγίζεται, τὰ μὲν κατὰ τὴν χώραν γεωργίαις κοσμοῦσα καὶ τῶν τε ὑπαρχόντων ἐπικαρπίας καὶ ἑτέρων κτῆσιν διδοῦσα, τὰ δʼ ἐν τῇ πόλει κατʼ εὐχὴν ἄγουσα, διʼ ἣν γάμοι τε ὡραῖοι καὶ ἐκδιδόναι καὶ λαμβάνειν εἰς οὕς τις βούλεται καὶ ὅθεν βούλεται, καὶ παίδων τροφαὶ καὶ παιδεία κατὰ τοὺς πατρίους νόμους, καὶ ὑπὲρ γυναικῶν ἄδεια καὶ πίστεις