Thesauros Literature Oratory Ῥοδίοις περὶ ὁμονοίας

Ῥοδίοις περὶ ὁμονοίας

Ῥοδίοις περὶ ὁμονοίας Aristides, Aelius
565 ἀλλὰ γὰρ οὐχ ὡς ἔσχατον ἡ στάσις τῶν κακῶν δεῖξαι χαλεπώτατον, ἀλλʼ ὅπως αὐτῆς ἀπαλλάξεσθε, τοῦτʼ ἴσως ἔργον εὑρεῖν. οὐ γὰρ ἀγνοίᾳ τοῦ συμφέροντος ἁμαρτάνειν μοι δοκεῖτε τοσοῦτον, ὅσον, εἰ οἷόν τε εἰπεῖν, ἀπονοίᾳ τινὶ καὶ τῶν διαφορῶν ἑκόντες ἡττώμενοι. λέγω δὴ κεφάλαιον, πρῶτον μὲν ὀργὴν ἅπασαν ἀπελθεῖν ἐκποδὼν ὡσπερεὶ πολιορκίαν, τὰ ἑαυτῆς ἔχουσαν· ὡς οὐ τῷ θυμῷ κάλλιστα τὰ πράγματα κρίνεται. ἔπειτα φθόνον καὶ πλεονεξίαν ἑκατέρωθεν περιελεῖν· φθόνον μὲν λέγω τῶν ἐλαττόνων τοῖς μείζοσι, πλεονεξίαν δὲ εἰς τοὺς ἥττους τῶν μειζόνων· συνελόντι δʼ εἰπεῖν οἰκίας σχῆμα καὶ τύπον μιμήσασθαι. τί δὴ τοῦτʼ ἐστίν; εἰσὶν ἄρχοντες ἐν οἰκίᾳ, πατέρες παίδων καὶ δούλων δεσπόται. πῶς οὖν οὗτοι καλῶς οἰκοῦσιν; ὅταν οἱ μὲν ἄρχοντες μὴ πάντʼ ἐξεῖναι νομίζωσιν ἑαυτοῖς, ἀλλʼ ἑκόντες ὑφαιρῶσι τῆς ἐξουσίας, οἱ δʼ ὅ τι ἂν δοκῇ τοῖς κρείττοσιν ὡς ἐξὸν δέχωνται. ἄνευ δὲ ταύτης τῆς ἑκατέρωθεν εὐγνωμοσύνης οὐ ῥᾴδιον εὑρεῖν οἰκίαν ἥτις σωθήσεται. τοῦτο τοίνυν καὶ ἐπὶ τὰ κοινὰ τῆς πόλεως πράγματα ἀγαγεῖν ἔμοιγε δοκεῖ νῦν, λογιζομένους τοὺς μὲν ἀξιοῦντας εἶναι κρείττους ὅ τι ἂν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme