565
ποιείσθω τὸ τοὺς καιροὺς ἑτέρους εἶναι, ἀλλʼ ἐκεῖνο κοινὸν ἐνθυμείσθω κατὰ πάσης στάσεως ὅτι τῶν παρόντων ἀγαθῶν ἀεὶ πέφυκεν ἀποστερεῖν. χωρὶς δὲ τούτων, ὦ ἄνδρες Ῥόδιοι, καὶ ἡ συμφορὰ μείζων, εἰ τοιούτων καιρῶν ἐν οἷς φόβος μὲν οὐδεὶς οὐδὲ κίνδυνος, εὐδαιμονίας δὲ ἀπολαύειν ὁπόσης τις βούλεται πάρεστι, τὸ ἐπιβάλλον ἐφʼ ὑμᾶς μέρος ὥσπερ θεωρικοῦ προήσεσθε ἐξεπίτηδες. μέχρι μὲν γὰρ διειστήκει τὰ τῶν Ἑλλήνων, εἰκὸς ἦν συνοίσειν καὶ τοὺς μὲν ταῦτα, τοὺς δὲ ἐκεῖνα ὑμῶν αἱρεῖσθαι. νῦν δὲ τίς ἢ στάσεως ἀφορμὴ, ἢ ῥᾳστώνης οὐκ ἐξουσία; οὐ κοινὴ μὲν ἅπασα γῆ, βασιλεὺς δὲ εἷς, νόμοι δὲ κοινοὶ πᾶσι, πολιτεύεσθαι δὲ καὶ σιωπᾶν καὶ ἀπαίρειν καὶ μένειν ἄδεια ὁπόσην τις βούλεται; τί οὖν δεῖ κακῶν ἐπεισάκτων, ἢ μανίας τοῖς πᾶσι περιττῆς;