Thesauros Literature Oratory Ῥοδίοις περὶ ὁμονοίας

Ῥοδίοις περὶ ὁμονοίας

Ῥοδίοις περὶ ὁμονοίας Aristides, Aelius
563 στάσει δʼ ἢ συστῆναι τὸ πρῶτον ἢ συμμεῖναι πολιτείαν οὐδενὶ πώποτʼ ἔδοξεν ἐγχωρεῖν. καὶ μὴν τυραννούμεναι μὲν τῶν πόλεων ἤδη τινὲς εἴς τε μέγεθος καὶ κατασκευὴν ἐπέδοσαν, στάσει δὲ οἵτινες οὐκ ἐφθάρησαν οὐκ ἂν ἔχοιμεν εὑρεῖν. καίτοι πῶς εἰκὸς τοῖς μὲν τοὺς τυράννους ἀποκτιννύουσι δωρεὰς προειρηκέναι, τοῖς δὲ τὰς στάσεις καταλύουσι μηδὲ ὅσον πείθεσθαι βούλεσθαι;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme