Thesauros Literature Oratory Ῥοδιακός [sp.]

Ῥοδιακός [sp.]

Ῥοδιακός [sp.] Aristides, Aelius
542 πᾶν καὶ λέγουσι καὶ ποιοῦσιν ὑμῖν. ἀλλὰ καὶ τούτων οὕτως ἐχόντων φέρειν χρὴ, τὸν παλαιὸν λόγον· ὀρθῶς ἔχειν νομίσαντας, ὅτι τὰ μὲν γεγονότα οὐκέτʼ ἂν ἄλλως ἔχοι, οὐδʼ εἰ πάντα μὲν αἰτιώμενοι καὶ κακίζοντες τὴν τύχην λέγοιτε, πάντα δὲ ὑμᾶς αὐτοὺς τρόπον ἀθυμίᾳ διαφθείροιτε· τὸ δὲ ταῦτα εἰς ὅσον ἐστὶ καλῶς ἐνεγκεῖν κέρδος οὐ μικρὸν ὡς ἐν τοιούτοις. ἐστὲ δὲ οὐκ ἀτυχημάτων ἐνδεεῖς, ὥστε προστιθέναι τούτοις, ἀλλʼ ἀφαιροῦντες μᾶλλον τῶν συμβεβηκότων καὶ τῆς ἐγχωρούσης ἀεὶ ποριζόμενοι ῥᾳστώνης ἀφορμὰς εὖ φρονοῖτʼ ἂν καὶ ποιοῖτε ἃ δεῖ. εἰδέναι τε χρὴ Ῥοδίους ὄντας ἔτι ὁπόσοι ποτὲ καὶ λέλειφθε, καὶ τοῦτο τὸ σεμνὸν καὶ τίμιον εἰς Ἕλληνας καὶ βαρβάρους ὄνομα προσαφῃρημένην ὑμᾶς τὴν τύχην, οὗ δεῖ φρονοῦντας ἄξια φαίνεσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme