Thesauros Literature Oratory Ῥοδιακός [sp.]

Ῥοδιακός [sp.]

Ῥοδιακός [sp.] Aristides, Aelius
556 μὴ καὶ λύσιν ἔστιν εὑρεῖν, μηδʼ οὕτως μικρὰς ἔχειν ἀφορμὰς διʼ ὧν οὐκ ἄν τις καὶ τῶν μεγίστων περιγένοιτο, ἐπισταμένους ἀκοῇ ὅτι Ἀθηναίων τῆς ἡγεμονίας στερηθέντων καὶ τὰ τείχη ταῖς ἑαυτῶν χερσὶ κατασκαψάντων καὶ τοσοῦτον μεταπεσόντων ἐκ τῆς ἀρχαίας εὐδαιμονίας, ὥστε ἐπὶ τριάκοντα αὐτῶν εἶναι δεσπόταις, καὶ τοῖς ἐκ Λακεδαίμονος φρουροῖς ἑβδομήκοντα ἄνδρες οἱ πρῶτοι συστάντες καὶ Φυλὴν καταλαβόντες τοσοῦτον αὖ μεταβαλεῖν ἐποίησαν ἅπαντα τὰ πράγματα, ὥστε κατέσχον μὲν τὸν Πειραιᾶ, κύριοι δὲ τῶν λιμένων κατέστησαν, ἔσωσαν δὲ καὶ ἑαυτοὺς καὶ τοὺς ἑαυτῶν, τὴν πόλιν δὲ ἐκομίσαντο καὶ τὴν πάτριον πολιτείαν, τὰς Λακεδαιμονίων φρουρὰς ἀπαλλάξαντες· ἐξ ὧν καὶ περὶ αὑτῆς βουλεύσασθαι καὶ περὶ τῶν ἄλλων Ἑλλήνων ἠδυνήθη πάλιν ἡ πόλις καὶ τὰ τείχη περιβαλέσθαι καὶ τὴν ἀρχὴν τῆς θαλάττης ἀναλαβεῖν διʼ ἑνὸς ἀνδρὸς φυγάδος Κόνωνος, ὃς ὅτε αἱ τριήρεις αὐτοῖς ἀπώλοντο ἐν Αἰγὸς ποταμοῖς, μόνος ἐξ ἁπάντων ἀποδρὰς ᾤχετο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme