Thesauros Literature Oratory Ῥοδιακός [sp.]

Ῥοδιακός [sp.]

Ῥοδιακός [sp.] Aristides, Aelius
554 συνεπιλήψεσθαι, ὥσπερ ἔρανον κοινὸν τῷ γένει πληροῦντας, τοὺς μὲν ἀποδιδόντας ὑμῖν εὐεργεσίας ἀνθʼ ὧν ἔτυχον αὐτοὶ δεηθέντες ποτὲ, τοὺς δὲ τὸ τῆς τύχης ἄδηλον ἐν ὑμῖν εὖ τιθεμένους, τοὺς δʼ αὐτὸ τοῦτο δεῖγμα ἐκφέροντας φιλοκαλίας καὶ μεγαλοπρεπείας τὸ ὑμῖν εἰς τὰ παρόντα συνεισενεγκεῖν. μέγιστον δὲ πάντων ἀνθρώπων ἄρχοντος ἐλπὶς, ᾧ μάλιστα χρὴ δοκεῖν εἶναι διὰ σπουδῆς ὡς ἂν οἷόν τε ᾖ τὴν πόλιν ἀναλαβεῖν, ὡς μὴ τὸ κάλλιστον αὐτῷ τῶν κτημάτων ἀτίμως ἐπὶ γῆς κέοιτο μηδὲ σκόπελοι καὶ κόνις τὰ Ῥόδου πράγματα εἴη τὸ λοιπόν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme