Thesauros Literature Oratory Ῥοδιακός [sp.]

Ῥοδιακός [sp.]

Ῥοδιακός [sp.] Aristides, Aelius
552 τοῖς δʼ ἀβίωτον ἡγουμένοις, εἰ μὴ ἐν τοσαύτῃ καὶ τοιαύτῃ διάξουσι τῇ πατρίδι οἵᾳ πρόσθεν, ἐκεῖνο λέγω, καὶ μηδεὶς τραχυνθῇ πρὸς τὸν λόγον, ἦν χρόνος ἡνίκʼ οὔπω Ῥόδος ἦν ἡ πόλις αὕτη, ὡς μὲν οἱ ποιηταί φασιν, οὐδὲ ἡ νῆσος αὕτη, ἀλλʼ ἦν ταῦτα θάλαττα ψιλὴ ποτέ. ἀλλʼ ἔγωγε οὐ τοῦτο λέγω. ἀλλʼ ἐπὶ τῶν πρὸ Λυσάνδρου δή που χρόνων τοῦ Λακεδαιμονίων ναυάρχου σχεδὸν πάντες ἐπίστασθε ὅτι οὔπω συνῴκιστο ὑμῖν ἡ πόλις, ἀλλʼ ἦν τῆς νήσου μόνον τὸ ὄνομα, πόλις δὲ οὐκ ἦν πω Ῥόδος οὐδʼ ᾠκεῖτο ὑπʼ οὐδένων, ἀλλὰ τὰς παλαιὰς ᾤκουν τρεῖς, ἅσπερ καὶ Ὅμηρος κατέλεξεν, οἱ κατʼ ἐκείνους τοὺς χρόνους Ῥόδιοι. συνελθόντες δʼ ὕστερον ἀπὸ πασῶν τῶν πόλεων μίαν ταύτην οὐ πᾶσι καλοῖς ἄρα τοῖς οἰωνοῖς ᾤκισαν, ἧς τὸ μέγα καὶ θαυμαστὸν ὄνομα καὶ σχῆμα καὶ κάλλος καὶ ὅ τί τις βούλεται λέγων οὐχ ἁμαρτήσεται. δύο τοίνυν οὗτος ὁ λόγος δύναταί μοι· ἓν μὲν, ὦ ἄνδρες Ῥόδιοι, ὑποθέσθαι τοῖς λογισμοῖς ὑμᾶς ἐπʼ ἐκείνων εἶναι τῶν χρόνων, ἡνίκʼ οὔπω τὴν πόλιν εἴχετε, καὶ φέρειν μετριώτερον· ἕτερον δὲ καὶ τὸ πᾶν, μηδὲ νῦν ἀπογνῶναί πω τὰ παρόντα μηδʼ ἀπειπεῖν, παραδείγματι τῷ τῶν προγόνων χρωμένους, ὅτι κἀκεῖνοι γνώμην ἣν δεῖ λαβόντες οὖσαν ἐξ οὐκ οὔσης ἀπέφηναν τὴν πόλιν καὶ μεγάλην τε ἐξ οὐδεμιᾶς καὶ θαυμαστὴν ἐξ ἀφανοῦς τὴν πρώτην.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme