Thesauros Literature Oratory Ῥοδιακός [sp.]

Ῥοδιακός [sp.]

Ῥοδιακός [sp.] Aristides, Aelius
547 ὡς τὸν Ἰαλύσου καὶ Καμείρου νῦν. καὶ τὸν μὲν τῶν Ἁλίων ἀγῶνα ποιήσετε, καὶ τὸ χωρίον μεμένηκε σῶν οὗ ποιήσετε· ἡ δὲ ἐπώνυμος αὕτη τῆς Νύμφης τοῦ θεοῦ σχῆμα ἀκτῆς μετείληφε. καὶ πάλαι μὲν τὰ ἐκ τῶν γυναικῶν τῶν ἀποκειραμένων μηχανήματα ἐδείκνυτε τοῖς ἐπιδημοῦσι καὶ θαυμαστὸν ἦν, νῦν δὲ αὐτὴν τὴν πόλιν ἐν τοιαύτῃ θέᾳ λείπεται παριστᾶν καὶ δεικνύναι τοῖς εἰσαφικνουμένοις θέατρον καὶ βουλευτήριον, καὶ πίνακας ἡμιρραγεῖς καὶ σκοπέλους ἀντὶ πύργων δεικνύντας, οἰκτρὰ τῆς ὀνομαστῆς ποτε Ῥόδου τὰ λείψανα. μεγέθους δὲ ἑτέρων πόλεων εἰς τὸ μέσον λεγομένου οὔτε ἀντιλαβέσθαι ἐξέσται οὔτε μὴ ῥήγνυσθαι σιωπῶντα. ἁπλῶς δʼ εἴσεσθε μὲν οἵας πόλεως στέρεσθε, ὁποίας δʼ οὐχ ἕξετε δεικνύναι, καὶ ἐπὶ μέν γε τοῦ νῦν παρόντος χρόνου τοὺς εἰδότας πρότερον τῶν Ἑλλήνων ἐπιμαρτύρασθαι, ἐπειδὰν δὲ καὶ τούτους ἡ προσήκουσα μοῖρα ἀπαγάγῃ, τί δὴ λοιπὸν πλὴν ἐρήμην ὀφλεῖν ὅ φασι, γνωριζομένους, ὦ δαίμονες, οὐκ ἀπὸ τῶν ναυμαχιῶν οὐδʼ ἀπὸ τῶν λιμένων τε καὶ νεωρίων οὐδʼ ἀπὸ τοῦ κόσμου τοῦ κατὰ τὴν πόλιν, ἀλλʼ ὅτι μέγιστα τῶν Ἑλλήνων ἠτυχήσατε· καὶ δεήσει Ῥόδου μεμνημένους μὴ γαυριᾶν, ἀλλὰ θρηνεῖν. μόνοις δὲ οἷς ὑμεῖς πεπόνθατε νῦν καὶ οἱ πρὸ ἑξακοσίων ἐτῶν ἄνδρες ἔνδοξοι συνηδίκηνται καὶ οἵ γε μηδὲν τῇ πόλει προσήκοντες κοσμοῦντες τὴν πόλιν τοῖς ἑαυτῶν ἔργοις ἀντεκοσμοῦντο τῇ μνήμῃ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme