Thesauros Literature Oratory Περὶ ὁμονοίας ταῖς πόλεσιν

Περὶ ὁμονοίας ταῖς πόλεσιν

Περὶ ὁμονοίας ταῖς πόλεσιν Aristides, Aelius
521 φήσαι τις ἂν εἶναι τὰ τῇδε, ἀλλʼ ἐκεῖνο ὀρθότατον καὶ δικαιότατον λέγειν, ὡς ἄρα οὗτος λιμένων ἁπάντων ὀχυρώτατος καὶ βεβαιότατος καὶ πλείστους δεχόμενος, καὶ γαλήνῃ πλεῖστον προέχων, ἐν ᾧ πᾶσιν ἐξ Ἀσκληπιοῦ τὰ ἐπίγυια τῆς σωτηρίας ἤρτηται. ὥστε τίς οὐκ ἂν τοσαύτῃ καὶ τοιαύτῃ πόλει συναιρόμενός τε καὶ συνευχόμενος καὶ πᾶν ὅσον εὐφημίας οἷός τʼ εἴη νέμων σωφρονοίη; ἐγὼ μὲν γὰρ ἡγοῦμαι ὥσπερ αὕτη κοινὸν ἅπασιν ἀνθρώποις ἀγαθόν ἐστι τῇ δυνάμει τοῦ θεοῦ, οὕτω καὶ αὐτὴν δικαίως ἂν παρὰ πάντων κοινῆς εὐνοίας ἅμα καὶ τιμῆς τυγχάνειν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme