Thesauros Literature Oratory Περὶ ὁμονοίας ταῖς πόλεσιν

Περὶ ὁμονοίας ταῖς πόλεσιν

Περὶ ὁμονοίας ταῖς πόλεσιν Aristides, Aelius
529 ταῦτα μὲν δὴ τὰ τῆς ὁμονοίας αὐτῶν, κοινὰ μὲν ἀμφοῖν, κοινὰ δʼ ἅπασιν ὧν ἡγοῦντο ἀγαθά. ἐπεὶ δʼ ἐστασίασαν περὶ τῆς ἡγεμονίας καὶ τὴν ἐπιείκειαν νομίσαντες ἀνανδρείαν, τὴν αὐθάδειαν ὡς ἀρετὴν ἐτίμησαν, δημαγωγοὶ δὲ καὶ προστάται παρʼ ἀμφοτέροις ἀντὶ τοῦ προϊδόντες τὸ μέλλον διακωλύειν καὶ παραμυθεῖσθαι τὰ πλήθη παρώξυνον καὶ συνέκρουον τὰς πόλεις, τῆς καθʼ ἡμέραν ἡδονῆς ἅπαντα τὸν ὕστερον χρόνον πωλοῦντες· ἀνεῖπε μὲν ὁ κήρυξ ὁ Σπαρτιάτης, ὥσπερ ἐκ θεῶν του καταπεμφθεὶς, ὅτι ἐκείνη ἡ ἡμέρα μεγάλων τοῖς Ἕλλησι κακῶν ἄρξει· ταῦτα δʼ οὐκ εἰς μακρὰν ἐτελεῖτο. οἱ μὲν γὰρ ἀήττητοι καὶ ἀπόρθητοι δοκοῦντες εἶναι ζῶντες ἤγοντο αὐτοῖς ὅπλοις, καὶ περὶ σπονδῶν ἐδέοντο, ἐξὸν αὐτοὺς ἐξ ἀρχῆς εἰρήνην ἄγειν πεῖσαι· οἱ δὲ τοσοῦτον ἐκείνων ὑπερσχόντες ἐν τῷ πολέμῳ τούτῳ καὶ τοῖς Ἕλλησι πρότερον τῆς ἐλευθερίας αἴτιοι καταστάντες δευτέρου πολέμου συστάντος πάλιν ἑξῆς τοῦ Δεκελεικοῦ, καὶ πρὸς ἁπάσας

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme