Thesauros Literature Oratory Περὶ ὁμονοίας ταῖς πόλεσιν

Περὶ ὁμονοίας ταῖς πόλεσιν

Περὶ ὁμονοίας ταῖς πόλεσιν Aristides, Aelius
529 πρὸς τὴν Ἀσίαν ἄνω. τροπαίων δὲ τρόπαια ἐξήπτετο καὶ βωμοὶ Διὸς ἐλευθερίου καὶ τρίποδες κοινοὶ τῶν Ἑλλήνων ἐν Δελφοῖς καὶ ἀναθήματα καὶ δεκάται καὶ κόσμοι τῶν πόλεων καὶ πᾶσα ἐπίδοσις καὶ τοιαῦτα ἐπεχωρίασε πράγματα. καὶ οἱ μέν γε τὴν ἡγεμονίαν τῶν Ἑλλήνων μετελάμβανον, ἀνθʼ ὧν τότε εἶξαν ἐν καιρῷ, παρʼ ἑκόντων αὐτῶν τῶν Ἑλλήνων εὑρόμενοι τὸν αὐτὸν τρόπον ὅνπερ αὐτοὶ τόθʼ ἑκόντες παρεῖσαν, οἱ δʼ αὖ τὰς ὁμοίας ἀπεδίδοσαν οἱ Λακεδαιμόνιοι, καὶ οὔτε ἐκώλυσαν οὔτε ἠμφεσβήτησαν, ἀλλʼ ἡγησάμενοι βελτίους ἑαυτῶν εἰς τὰς ναυτικὰς καὶ τὰς ὑπερορίους ἀποδημίας, τοὺς παρʼ αὐτῶν ἄρχοντας καταλύσαντες ἐκείνοις ἐπέτρεψαν ἡγεῖσθαι. ἐκ δὲ τούτου Σηστὸς, Ἰωνία, Κύπρος, Εὐρυμέδων, ἀμφότερα κοσμούμενος κατάλογος νικῶν ναυτικῶν τε καὶ πεζῶν ἐφαμίλλων πάνθʼ ὡς ἔπος εἰπεῖν τὰ κάλλιστα συνείρετο, ἀντανεχώρουν δὲ οἱ βάρβαροι, δεσπότας τοὺς Ἕλληνας ἑαυτῶν ἀντὶ τοῦ βασιλέως νομίζοντες.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme