Thesauros Literature Oratory Περὶ ὁμονοίας ταῖς πόλεσιν

Περὶ ὁμονοίας ταῖς πόλεσιν

Περὶ ὁμονοίας ταῖς πόλεσιν Aristides, Aelius
523 ἐγὼ γὰρ, ὦ ἄνδρες ἄριστοι τῶν τῇδε Ἑλλήνων, εἰ μὲν ἔμελλον ὑμῶν ἕκαστοι ταῦτα ἐφʼ οἷς νῦν ἀγάλλονται προήσεσθαι τῇ πρὸς τοὺς ἄλλους ἐπιεικείᾳ καὶ κοινότητι, οὐδʼ ἂν αὐτὸς συνεβούλευον τὰ οἴκοι βλάπτοντας τὰ τῶν πλησίον κοσμεῖν. ὅτε δέ ἐστι τοσαῦτα ἑκάστοις ἐφʼ οἷς ὑπάρχει φιλοτιμεῖσθαι καὶ οὐδὲν ἔλαττον ἀνάγκη φρονεῖν ἀρετῇ χρωμένους εἰς ἀλλήλους, οὐχ ὁρῶ τίνʼ ἔχει λόγον ἡ διαφορὰ, ἀλλὰ καὶ τοὐναντίον εἴποιμʼ ἂν ἅπαν τούτου, βουλομένων μὲν εἶναι σώζειν τὴν ἑαυτῶν φιλοτιμίαν, πράως τοῖς ἄλλοις ὁμιλεῖν, ἐπηρεαζόντων δὲ τοῖς ὑπάρχουσιν εἰς ἔριν καὶ φιλονεικίαν ἐξάγειν. ἐν μὲν γὰρ τῇ ὁμονοίᾳ καὶ ἑτέρους ἔστιν ἐπαινέσαι καὶ τὰ ἑαυτῶν ἀκούειν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme