496
κατέλαβον, ὁ δʼ οὐ μόνον τὸ ἐν Δελφοῖς ἱερὸν σεσυληκὼς, ἀλλʼ ἀντὶ μὲν τοῦ συλῆσαι τὸ ἱερὸν ἄγων τὰ Πύθια καὶ τοῖς Ἕλλησιν ἐξηγούμενος τὰ μηδὲν ἑαυτῷ προσήκοντα, ἀντὶ δὲ τοῦ τὸ ἐν Δελφοῖς μόνον συλῆσαι δύο μὲν καὶ τριάκοντα ὁμοῦ πόλεων ἱερὰ ἐπὶ Θρᾴκης οὐ σεσυληκὼς, ἀλλʼ ἀνῃρηκὼς, χωρὶς δὲ τούτων ἅπασαν τὴν Ἑλλάδα συλῶν καὶ οὐδὲν ἐξαίρετον ποιούμενος, οὐ νεὼς, οὐκ ἀναθήματα, οὐ τείχη, οὐχ ἵππους, οὐχ ὅπλα, οὐ χρήματα, οὐ σώματα, οὐ λιμένας, οὐ πολιτείαν, ἀλλὰ πάντα ὥσπερ ὑπὸ βροντῆς κινῶν, καὶ τὰ μὲν ἄρδην ἀφανίζων, τοῖς δʼ ὅ τι ἂν βούληται χρώμενος, οὗτος δʼ οὐχὶ δίκην ὀφείλειν δόξει τούτων, ἀλλʼ ὡς εὐεργέτης στεφανώσεται, καὶ ταῦθʼ ὑφʼ ὑμῶν, ὧν τῇ τάξει λελύμανται. εἰ δὲ μὴ, πότε βέλτιον ἐπράττετε, ὅπως δὲ μηδὲν ἀχθεσθῆτε, πότερον ἡνίκα Ἐπαμεινώνδας καὶ Γοργίδας καὶ Πελοπίδας ὑμῶν ἡγοῦντο καὶ Φίλιππον ὁμηρεύοντα ἐγιγνώσκετε, ἢ τούτου παρελθόντος εἰς τὴν ἀρχὴν καὶ ἡνίχʼ ὑμῶν οὗτος ἡγεῖτο τοσαῦτα χαριζόμενος, διʼ ὧν ἔμελλεν εἰσαῦθις ἀσθενεστέροις χρήσεσθαι; οἶμαι δʼ εἰ κατʼ ἀρχὰς εὐθὺς τοῦτον μισθὸν ὑμᾶς Φίλιππος ᾔτησε τῆς βοηθείας, ὑποκύψαι καὶ παραδοῦναι τὴν πόλιν αὑτῷ, μηδένα ἂν τοσούτου τιμήσασθαι τὴν πρὸς Φωκέας φιλονεικίαν.