Thesauros Literature Oratory Συμμαχικὸς Β. (πρὸς Θηβαίους περὶ τῆς συμμαχίας)

Συμμαχικὸς Β. (πρὸς Θηβαίους περὶ τῆς συμμαχίας)

Συμμαχικὸς Β. (πρὸς Θηβαίους περὶ τῆς συμμαχίας) Aristides, Aelius
493 ταῦτʼ οὖν πότερον δωρεὰς καὶ φιλανθρωπίαν καὶ κέρδη τῶν λαβόντων, καὶ ὡς ἄν τις εὐφήμως ὑποκορίσαιτο, ἢ δέλεαρ καὶ πάγην καὶ πραγμάτων θήραν καὶ τιμὴν τῶν ἀτίμων καὶ τῶν ὑπαχθέντων ὄλεθρον καὶ συμφορῶν ὑποθέσεις καὶ μηχανήματα ἐπὶ τοῖς Ἕλλησι καὶ πάντα τὰ τοιαῦτα ἄμεινον καλεῖν; ὥσπερ τὸν ἵππον φασὶ τὸν δούρειον δῶρον τοῖς Τρωσὶ δοθῆναι παρὰ τῶν Ἀχαιῶν. οὐκοῦν ταῦτʼ ἐστὶ τὰ τοῦ κακοδαίμονος δῶρα καὶ ὧν ἥκιστʼ ἄν τις ἑκὼν εἶναι πόλει δέξαιτο καὶ ταύτας τὰς δωρεὰς, ἐπεὶ καὶ τῶν πρὸς Φωκέας πραγμάτων—καὶ μηδεὶς ὑμῶν ἐξαίφνης ἀκούσας ἐκπλαγῇ, ἀλλʼ ἑπέσθω τῷ λόγῳ καθάπερ ψήφους τιθεὶς ἀεὶ τὸ δεύτερον τῷ προτέρῳ συναρμόττων—καὶ τούτων δίκην ὑποσχεῖν, ἀλλʼ οὐ χάριν κομίσασθαι δίκαιος ὢν, ἐὰν ὀρθῶς ἐξετάζητε, φανήσεται. εἰ μὲν γὰρ ἐκείνους ὑμῖν συγκαθελὼν, μετὰ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme