Thesauros Literature Oratory Συμμαχικὸς Β. (πρὸς Θηβαίους περὶ τῆς συμμαχίας)

Συμμαχικὸς Β. (πρὸς Θηβαίους περὶ τῆς συμμαχίας)

Συμμαχικὸς Β. (πρὸς Θηβαίους περὶ τῆς συμμαχίας) Aristides, Aelius
503 Ἑλλήνων πιστεύσαντες, οἷς ἡμεῖς τόνδε τὸν χρόνον λειτουργήσομεν—οὐ γὰρ ἄλλο γε οὐδὲν ἢ ὑπὲρ τοῦ γένους τοῦ παντὸς ὁ ἀγὼν ἔσται καὶ ἱερῶν καὶ τάφων καὶ τῶν ὑπολοίπων ἐλπίδων, ὧν πολὺ δή που μᾶλλον οἴεσθαι χρὴ μέλειν τοῖς θεοῖς ἢ τῆς Φιλίππου πλεονεξίας—ἔπειτα καὶ τοῖς πρότερον παραδείγμασι χρώμενοι, ὅσον αἱ πόλεις ἠδυνήθησαν ἐν ταὐτῷ γενόμεναι. καὶ γὰρ τὸ μήτε Φιλίππῳ προσγενέσθαι συμμάχους, ὥσπερ νῦν ὑμᾶς καθʼ ἡμῶν ἐθέλει λαβεῖν, ἡμᾶς τε ἀλλήλοις ὑπάρξαι μεγάλη ῥοπὴ καὶ μερὶς εἰς τὸ θαρρούντως δέχεσθαι τὰ ἀναγκαῖα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme