Thesauros Literature Oratory Συμμαχικὸς Α.

Συμμαχικὸς Α.

Συμμαχικὸς Α. Aristides, Aelius
481 τί ποτʼ οὖν βουλόμενος οὐ προσομολογεῖ τὸ καθʼ ὑμῶν, ἀλλʼ ἀποκρύπτεται; μάλιστα μὲν, ὦ ἄνδρες Θηβαῖοι, Φίλιππος ἐξῄρηκε τοὺς κήρυκας ἐκ τῶν πολέμων καὶ μέχρι τοῦ θεάτρου μόνου χρῆται. ἡγεῖται γὰρ, οἶμαι, πολλὴν εἶναι φλυαρίαν ἐν μὲν τοῖς γυμνικοῖς· ἀγῶσι μὴ προλέγειν τὰ παλαίσματα μηδὲ τί δεῖ φυλάξασθαι, ἐν δὲ κατασκευῇ πολέμου καὶ συστάσει πραγμάτων προπέμπειν τὸν κωλυτὴν ὥσπερ δεδοικότα ὑπὲρ τῶν πολεμίων. οὔκουν οὔτʼ Ὀλυνθίοις προεῖπεν ἃ ἐβούλετο, πρὶν ὥσπερ τι νόσημα αὐτῶν καὶ δὴ τῶν σωμάτων ἥπτετο, εἴς τε Φωκέας

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme